Add parallel Print Page Options

36 ἀπήγγειλαν δὲ [a]αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς. 37 καὶ [b]ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν [c]Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς [d]εἰς πλοῖον ὑπέστρεψεν. 38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ [e]αὐτὸν λέγων· 39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα [f]σοι ἐποίησεν ὁ θεός. καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.

40 [g]Ἐν δὲ τῷ [h]ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν. 41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ [i]οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας [j]τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.

Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις [k]ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν [l]ἀπ’ οὐδενὸς θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς. 45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ [m]Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ [n]ἀποθλίβουσιν. 46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν [o]ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ [p]ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· [q]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου [r]λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, [s]μηκέτι σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη [t]αὐτῷ· Μὴ φοβοῦ, μόνον [u]πίστευσον, καὶ σωθήσεται.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:36 αὐτοῖς WH Treg NIV ] + καὶ RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 ἠρώτησεν WH Treg NIV ] ἠρώτησαν RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 Γερασηνῶν WH Treg NIV ] Γαδαρηνῶν RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:37 εἰς WH Treg NIV ] + τὸ RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:38 αὐτὸν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:39 σοι ἐποίησεν WH Treg NIV ] ἐποίησεν σοι RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 Ἐν δὲ WH Treg NIV ] Ἐγένετο δὲ ἐν RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:40 ὑποστρέφειν WH NIV ] ὑποστρέψαι Treg RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 οὗτος WH Treg NIV ] αὐτὸς RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:41 τοῦ Treg NIV RP ] – WH
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον Treg RP NA ] – WH NIV
  12. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:43 ἀπ᾽ WH Treg NIV ] ὑπ᾽ RP
  13. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 Πέτρος WH NIV ] + καὶ οἱ σὺν αὐτῷ Treg; + καὶ οἱ μετ᾽ αὐτοῦ RP
  14. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:45 ἀποθλίβουσιν WH NIV ] + καὶ λέγεις Τίς ὁ ἁψάμενός μου Treg RP
  15. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:46 ἐξεληλυθυῖαν WH Treg NIV ] ἐξελθοῦσαν RP
  16. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47 ἀπήγγειλεν WH Treg NIV ] + αὐτῷ RP
  17. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:48 Θυγάτηρ WH Treg NIV ] Θάρσει θύγατερ RP
  18. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 λέγων WH NIV ] + αὐτῷ Treg RP
  19. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 μηκέτι WH Treg NIV ] μὴ RP
  20. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 αὐτῷ WH Treg NIV ] + λέγων RP
  21. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 πίστευσον WH Treg NIV ] πίστευε RP